Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.8 Joseph. AJ 10.12 (English) >>Joseph. AJ 10.16

10.10τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.” 10.11

Ταῦτʼ ἀκούσαντες τε δῆμος καὶ οἱ πρέσβεις τοῦ στρατηγοῦ τῶν Ἀσσυρίων λέγοντος ἀπήγγειλαν Ἐζεκίᾳ. δὲ πρὸς ταῦτα τὴν βασιλικὴν ἀποδὺς ἐσθῆτα, ἀμφιασάμενος δὲ σάκκους καὶ σχῆμα ταπεινὸν ἀναλαβὼν τῷ πατρίῳ νόμῳ πεσὼν ἐπὶ πρόσωπον τὸν θεὸν ἱκέτευε καὶ βοηθῆσαι τῷ μηδεμίαν ἄλλην ἐλπίδα ἔχοντι σωτηρίας ἠντιβόλει. 10.12πέμψας δὲ καὶ τῶν φίλων τινὰς καὶ τῶν ἱερέων πρὸς Ἡσαΐαν τὸν προφήτην ἠξίου δεηθῆναι τοῦ θεοῦ καὶ ποιησάμενον θυσίας ὑπὲρ τῆς κοινῆς σωτηρίας παρακαλεῖν αὐτὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν. 10.13 δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθʼ οἵου νῦν εἰσι θράσους· 10.14τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.8 Joseph. AJ 10.12 (English) >>Joseph. AJ 10.16

Powered by PhiloLogic